Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.105 Joseph. BJ 4.112 (English) >>Joseph. BJ 4.120

4.109ἀνοδίαις τʼ ἐνέπιπτον οἱ πολλοί, καὶ περὶ τὴν λεωφόρον τῶν φθανόντων ἔρις συνέτριβεν τοὺς πολλούς. 4.110οἰκτρὸς δὲ γυναικῶν καὶ παιδίων ὄλεθρος ἦν, καί τινες πρὸς ἀνακλήσεις ἀνδρῶν τε καὶ συγγενῶν ἐθάρσησαν μετὰ κωκυτῶν ἱκετεύουσαι περιμένειν. 4.111ἀλλʼ ἐνίκα τὸ Ἰωάννου παρακέλευσμα σώζειν ἑαυτοὺς ἐμβοῶντος καὶ καταφεύγειν ἔνθα καὶ περὶ τῶν ἀπολειπομένων ἀμυνοῦνται Ῥωμαίους ἂν ἁρπαγῶσι. τὸ μὲν οὖν τῶν διαδιδρασκόντων πλῆθος ὡς ἕκαστος ἰσχύος εἶχεν τάχους ἐσκέδαστο. 4.112

Τίτος δὲ μεθʼ ἡμέραν ἐπὶ τὰς συνθήκας πρὸς τὸ τεῖχος παρῆν. 4.113ἀνοίγει δʼ αὐτῷ τὰς πύλας δῆμος, καὶ μετὰ τῶν γενεῶν προελθόντες ἀνευφήμουν ὡς εὐεργέτην καὶ φρουρᾶς ἐλευθερώσαντα τὴν πόλιν· 4.114ἐδήλουν γὰρ ἅμα τὴν τοῦ Ἰωάννου φυγὴν καὶ παρεκάλουν φείσασθαί τε αὐτῶν καὶ παρελθόντα τοὺς ὑπολειπομένους τῶν νεωτεριζόντων κολάσαι. 4.115 δὲ τὰς τοῦ δήμου δεήσεις ἐν δευτέρῳ θέμενος μοῖραν ἔπεμπε τῶν ἱππέων Ἰωάννην διώξουσαν, οἳ

-- --

τὸν μὲν οὐ καταλαμβάνουσιν, ἔφθη γὰρ εἰς Ἱεροσόλυμα διαφυγών, τῶν δὲ συναπαράντων ἀποκτείνουσι μὲν εἰς ἑξακισχιλίους, γύναια δὲ καὶ παιδία τρισχιλίων ὀλίγον ἀποδέοντα περιελάσαντες ἀνήγαγον. 4.116 δὲ Τίτος ἤχθετο μὲν ἐπὶ τῷ μὴ παραχρῆμα τιμωρήσασθαι τὸν Ἰωάννην τῆς ἀπάτης, ἱκανὸν δὲ ἀστοχήσαντι τῷ θυμῷ παραμύθιον ἔχων τὸ πλῆθος τῶν αἰχμαλώτων καὶ τοὺς διεφθαρμένους εἰσῄει τε ἀνευφημούμενος εἰς τὴν πόλιν,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.105 Joseph. BJ 4.112 (English) >>Joseph. BJ 4.120

Powered by PhiloLogic